κορυδαλλὸς, εἰς πάγην ἁλοὺς, θρηνῶν ἔλεγεν · “οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ · οὐ χρυσὸν ἐνοσφισάμην τινὸς, οὐκ ἂργυρον, οὐκ ἄλλο τι τῶν τιμίων · κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν”. ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.