Aesop and Aesopica

Fables, Fabula 408b

ὗς καὶ κύων πρὸς ἀλλήλους διεφέροντο. τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν ἀνατεμεῖν, κύων ἔλεγε, καὶ κατ’αὐτὸ τοῦτο ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε ἐὰν φάγῃ τις κρέας ὑὸς, τοῦτον οὐκ ἐᾶν εἰς τὸ ίερὸν αὐτῆς εἰσιέναι. καὶ ὗς ὑποτυχοῦσα ἔφη · ἀλλὰ τοῦτο οὐ στυγοῦσα ποιεῖ, ἀλλὰ προνοουμένη, ἵνα μή τίς με θύσῃ. οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις τὰ ὑπὸ τῶν ἐχθρῶν φερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν.