μικρέμπορός τις ὀνάριον κατέχων, αὐτὸς ὠνεῖτο ἁλάτιον εἰς πλῆθος. καὶ δὴ φορτώσας σφοδρῶς αὐτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ · ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει · καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. ὁ δ’ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα · καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. ὁ δὲ λυπηθεὶς, ὁ κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας. ὅστις ἐπελθὼν εἰς ἕνα τῶν μυρεψούντων, ἐξωνήσατο σπόγγους πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν ὄνον. ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ, καὶ παραυτίκα κλυσθέντων τῶν σπόγγων, ἤγετο ὁ ὄνος διπλοῦν βάρος βαστάζων. ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἐν ᾦ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει.