πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἔν τινι ποταμῷ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’αὐτῶν πραττόμενα. ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, ὁ πίθηκος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν · φασὶ γὰρ μιμητικὸν ζῶον εἶναι τοῦτο. ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν · “ἀλλ’ἔγωγε δίκαια πέπονθα · τί γὰρ, ἁλιεύειν μὴ μαθών, τούτῳ ἐπεχείρουν”; ὁ λόγος δηλοῖ, ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστι.