ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων. ὁ δ’ὄνος πρὸς αὐτὸν, ὃς τὸ νῶτον ἤλεγχεν, “καὶ μὴν πίθηκος ἐχθὲς” εἶπε “καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας”. ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίας ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.