ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύ’ἀλλήλοις · κα- χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δ’ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, ἃτ’εἶχον ἀντέδωκαν · εἶτα τὴν θήρην ἤμειβον αἰεί, δεῖπνα δ’εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν · “ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δ’ἕκαστος ἃ πρὶν εἶχε ζητήσει”. ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφ’ἕτερον τρέπει.