ἔχις φοιτῶν ἐπί τινα κρήνην, ἔπινεν · ἡ δὲ ἐνταῦθα οἰκοῦσα ὕδρα ἐκώλυεν αὐτὸν, ἀγανακτοῦσα εἴγε μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν ἑαυτῆς δίαιταν ἀφικνεῖται. ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι, καὶ τοῦ νικῶντος ἥτε τῆς γῆς καὶ τοῦ ὕδατος νομὴ γένηται. ταξαμένων δ’αὐτῶν τὴν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τῆς ὕδρας παραγενόμενοι πρὸς τὸν ἔχιν παραθαρρύνουσιν αὐτὸν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. ἐνσταθείσης δὲ τῆς μάχης ὁ μὲν ἔχις πρὸς τὴν ὕδραν ἐπολέμει, οἱ δὲ βάτραχοι, μηδὲν περαιτέρω δυνάμενοι δρᾶν, μεγάλα ἐκεκράγεισαν. καὶ ὁ ἔχις νικήσας ᾐτιάσατο αὐτούς, ὅτι συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. οἱ δὲ ἔφασαν πρὸς αὐτόν · “ἀλλ’εὖ ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, ἀλλὰ διὰ μόνης φωνῆς καθέστηκεν”. ὁ λόγος δηλοῖ, ὅτι, ἔνθα χειρῶν χρεία ἐστὶν, ἡ δία λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.