Aesop and Aesopica

Fables, Fabula 87

ἦν τις ἀνὴρ τὴν τέχνην σκυτεύς γαλῆν ἔχων τὸ χρῶμα λευκὴν, τῶν κατ’οἶκον μυῶν καθ’ἡμέραν ἐθήρευεν ἕνα. αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται τὴν λεκάνην, ἐν τὸ τὰ σκύτη μελαῖνον σκυτεύς ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν ἔχουσα χρῶμα. ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν μεταμείψασαν σχῆμα. ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς τὸ ἕδος ἐφήπλωσαν, ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς τραφήσονται. ἀλλ’ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα θέατρον, πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε καὶ μάλα ἐθέλουσα · δύο δ’οὖν ὅμως συλλαβοῦσα κατεθοινήσατο. οἱ δ’ἕτεροι πάντες ᾤχοντο φεύγοντέςτε ἅμα καὶ θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν, ἀφ’οὗ τὸ μοναδικὸν περιέθετο σχῆμα.