κριθὴν τὴν τοῦ ἵππου ἱπποκόμος κλέπτων καὶ πωλῶν, τὸν ἵππον ἔτριβε καὶ ἐκτένιζε πάσας ἡμέρας. ἔφη δὲ ὁ ἵππος · “εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσαν μὴ πώλει”. ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζονται, καὶ ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.