Aesop and Aesopica

Fables, Fabula 136

Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον ἐγχεῖν. δὲ, τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον, ἑκάστῳ ἐνέχεεν. ἐπεὶ δὲ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολύ κατελέλειπτο φάρμακον, ὅλην λαβὼν τὴν θυείαν ἐνέχεεν αὐτῷ. κἀκ τούτου συνέβη, τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας. μῦθος πρὸς ψευδολόγους τεχνίτας.