Aesop and Aesopica

Fables, Fabula 314

ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ · τίς εἶ; δ’ἔφη ἀλήθεια. καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; δ’εἶπεν · ὅτι τοῖς πάλαι καιροῖς παρ’ὀλίγοις ἦν τὸ ψεῦδος, νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστὶν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς.