Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. καὶ δὴ τελευταίου εἰσιόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς, ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι’ἣν πάντας ἀσμένως προσαγορεύσας μόνον τὸν Πλοῦτον ὑποβλέπεται. ὁ δὲ εἶπεν · “ἀλλ’ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι, ὅτι παρ’ὅν καιρὸν ἐν ἀνθρώποις ἢμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα”. ὁ λόγος λεχθείη ἂν ἐπ’ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.