ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ, εἰς γῆν ἐξελθὼν, ἔλεγε πᾶσι τοῖς ζώοις · “ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρὸς Παιών”. καὶ “πῶς” εἶπεν ἀλώπηξ “ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω”; ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.