Aesop and Aesopica

Fables, Fabula 405

τὰς ὑαίνας φασὶ, παρ’ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν, ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. κἀκείνη ὑποτυχοῦσα εἶπεν · ἀλλ’ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ἣν ἀγνοῶ, πότερον ὡς φίλῃ ὡς φίλῳ σοι χρήσωμαι. πρὸς ἄνδρα ἀμφίβολον.