οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. τὰ δὲ λοιπὰ μέλη ἔλεγον · “πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῶα”; ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως εἰς βάραθρον πετρῶν ἐνεχθεῖσα, τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἔπληγεν. σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν, λέγουσα · “σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα · τῆς κακῆς γὰρ ἔριδος ἐπειράθην”. ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ λόγος ἐλέγχει.