φασὶν, ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸ δεσπότην εἰπεῖν · “θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς, καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως, ὅ, τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῷ δὲ κυνὶ, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου”. τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν · “ναὶ μὰ Δί’· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε μήτε ὑπ’ἀνθρώπων κλέπτεσθαι μήτε ὑπὸ λύκων ἁρπάζεσθαι · ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐ δ’ἄν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ ἀπόλησθε”. οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα σνγχωρῆσαι τὸν κύνα προτιμᾶσθαι.