Aesop and Aesopica

Fables, Fabula 218

κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις, ὅπως τὸ ὕδωρ ἐκπίωσιν, εἶθ’οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. συνέβη δ’αὐτὰς πινούσας διαρραγῆναι πρὶν τῶν βυρσῶν ἐφικέσθαι. οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ὧν βούλονται περιγενόμενοι.