Aesop and Aesopica

Fables, Fabula 341

ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. δὲ κλωβὸς εἶχεν οὐδέν · οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. δ’αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι · τὸ λοιπὸν εἶπε δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις; ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἠβουλήθη. δ’ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας · πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότ’ἐννυχεύει χρυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων; κἀκεῖνος εἶπεν · οἶδα χρησίμους ὥρας · ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τι δειπνῆσαι. ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθ’ἡδονήν.