Aesop and Aesopica

Fables, Fabula 403

ἀνῆλθέ τις εἰς ὅρος τοξικῆς ἔμπειρος κυνηγῆσαι · πάντα δὲ τὰ ζῶα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλών ἔφη · δέξαι, καὶ ἱδε τὸν ἐμὸν ἄγγελον, οἷός ἐστι, καὶ τότε κἀγὼ ἐπέρχομαί σοι. δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, λέων ἔφη · αὕτη, οὐδαμῶς με πλανήσεις · ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω. μῦθος δηλοῖ, μηδαμῶς πλησιάζειν τοὺς πόρρωθεν χαλεπὰ πράττοντας.