Aesop and Aesopica

Fables, Fabula 407

ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τούς ὀδόντας ἠκόνα. ἀλώπεκος δὲ αὐτὸν ἐρωτώσης τὴν αἰτίαν, διὰ τί μήτε κυνηγοῦ μήτε κινδύνου ἐνεστῶτος τούς ὀδόντας θήγει, ἔφη · ἀλλ’οὐ ματαίως τοῦτο ποιῶ · ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχολήσομαι, ἑτοίμοις δὲ οὖσί χρήσομαι. λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.