ἀλεκτρυόνες συμπεσόντες ἀλλήλοις, ὡς νόμος εἶχεν, ἐμάχοντο. καὶ ὁ μὲν νικηθεὶς κλίνῃ ὑποδὺς ἀπεκρύπτετο, ὁ δὲ νενικηκὼς ἐπὶ στέγους ἀρθεὶς ἀνέκραγε μέγιστον, τὴν νίκην κατάδηλον ἐξ ᾠδῆς ἐργαζόμενος. καὶ καταπτὰς ἀετὸς τοῦτον ἁρπάζει λαβών. νίκῃς ἀσφάλεια μετριότης φρονήματος.