λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποιμνίου, ἐκόμιζεν αὐτὸ εἰς κοίτην · λέων δὲ αὐτῷ συναντήσας, ἀφείλετο τὸ πρόβατον. ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν · “ἀδίκως ἀφείλου τὸ ἐμόν”. ὁ δὲ λέων γελάσας ἔφη · “σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη”; τοὺς ἅρπαγας καὶ πλεονέκτας λῃστὰς, ἐν ἑνὶ πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους, ὁ λόγος ἐλέγχει.