Aesop and Aesopica

Fables, Fabula 254

λέων ἐπιτυχὼν λαγωῷ κοιμωμένῳ τοῦτον ἔμελλε καταφαγεῖν · μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν, ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. μὲν οὖν ἀπὸ τῶν ψόφων ἐξαναστὰς ἔφυγεν · δὲ λέων, ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν · εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη · ἀλλ’ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βορὰν, ἐλπίδα μείζονα προὔκρινα. οὕτως ἔνιοι τῶν ἀνθρώπων μὴ μετρίοις κέρδεσιν ἐπαρκούμενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.