ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. γενομένων δὲ αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι, καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. τῶν δὲ πλεόντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετὰ οἰμωγῆς καὶ στεναγμῶν, χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντότε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. καὶ στερρζὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς · “ἀλλ’ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος ἐσομένου”. μὴ σφόδρα κατεπαίρεσθαι ταῖς εὐτυχίαις ὁ μῦθος διδάσκει, τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.