ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασσῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι, ὅτι ἀλλόφυλός ἐστι · μικρὸν δὲ ὕστερον ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους, καὶ οὐ πρότερον ἀποστάντας, πρὶν ἢ ἀλλήλους πατάξαι, ἔφη πρὸς ἑαυτόν · “ἀλλ’ἔγωγε οὐκ ἄχθομαι ὑπὸ τούτων τυπτόμενος · ὁρῶ γὰρ αὐτοὺς οὐ δὲ αὐτῶν. ἀπεχομένους”. ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως τὰς ἐκ τῶν πέλας ὕβρεις οἱ φρόνιμοι δέχονται, ὅταν ἴδωσιν αὐτοὺς μη δὲ τῶν οἰκείων ἀπεχομένους.