ὗς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. καὶ ἡ μὲν ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρήξειν τὴν κύνα. ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε · “καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις · δηλοῖς γὰρ ὑπ’αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἥ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐ δ’ὅλως εἰς ἱερὸν προσίεται”. καὶ ἡ ὗς · “διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με · τὸν γὰρ κτείναντα ἢ ἄλλῶς λυμαινόμενον παντάπασιν ἀποστρέφεται · σύ μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα”. ὁ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.