Aesop and Aesopica

Fables, Fabula 91

ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἀνεζήτει, μὴ τῶν παρόντων τήνδ’ἔκλεψεν ἄγροικος. ἠρνεῖθ’ἕκαστος · οὐκ ἔχων δ’ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων · τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγροὺς κατοικεῖν, τοὺς δ’ἐσωτέρω τείχους εἶναίτ’ἀληθεῖς καὶ τὰ πάντ’ἐποπτεύειν. ὡς δ’εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τοὺς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων, ὧν θεὸς ἐσυλήθη. δὲ τοῦτ’ἀκούσας εἶπεν · ὡς μάτην ἥκω. κλέπτας γὰρ ἄλλους πῶς θεός γ’ἂν εἰδείη, ὃς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ, μή τις οἶδεν ἀνθρώπων; ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπόται.