γυνή τις, θυγατέρων οὖσα δυοῖν μήτηρ, ἀνδράσι συνῆψε ταύτας, τὴν μὲν κηπωρῷ, θατέραν δὲ κεραμεῖ. ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τάτε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. ἡ δὲ “τὰ μὲν ἄλλα, μῆτερ,” ἔφη “καλῶς · εὔχου δὲ ὄμβρων φορὰν, ὡς τοῖς λαχάνοις αὔξησις ἡ κατὰ νόμους προσγένοιτο”. ἐκεῖθεν δ’ἐξελθοῦσα, καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. τοῖς δ’αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην, ἤκουσεν ὡς “τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει · εὔχου δ’αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρουςτε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο”. καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη · “σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί”. ὁ μῦθος δηλοῖ, ὅτι οἵ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται.