Aesop and Aesopica

Fables, Fabula 10

ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον, ὡς αὐτή. δὲ εἶπεν · οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ. τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν θέλειν, ἔνθα λύπη συνέβη.