Aesop and Aesopica

Fables, Fabula 415

χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν · ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὸν εἶπεν · “ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται”. ὁ λόγος δηλοῖ, ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.