Aesop and Aesopica

Fables, Fabula 350b

παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξυ νας, εἶπεν · “ἄπελθε, παῖ, μὴ κἀμὲ θηρεύων πάντας, οὓς ἔχεις, ἀπολέσῃς”. ὁ μῦθος δηλοῖ, ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν, καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν.