Aesop and Aesopica

Fables, Fabula 142

ὅτε τοὺς ἀνθρώπους Ζεὺς ἐγέννησεν, τά μεν ἄλλα πάντα εἶχον, ὡς νῦν κεκόσμηνται, Ἔρως δὲ οὔπω ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐγκατῳκίζετο, ἀλλ’ἔχων ἔτι τὸ πτερὸν θεὸς οὗτος μετάρσιον, οὐρανῷτε ἐνωμίλει καὶ εἰς θεοὺς μόνους ἐτόξευεν. δείσας δὲ μὴ αὐτῷ ἀφοανισθῇ τῶν ποιημάτων τὸ κάλλιστον, Ἔρωτα πέμπει τοῦ τῶν ἀνθρώπων γένους ἐσόμενον φύλακα. δὲ ταύτην ἐκ Διὸς τὴν ἐπιτροπὴν λαβὼν, τὸ μὲν ἀπάσαις ψυχαῖς ἐγκατοικίζεσθαι, πᾶν ἐπίσης ἦθος νεοτελέςτε καὶ βέβηλον ἔχειν τέμενος, οὐκ ἐδοκίμαζεν · ἀλλὰ τὰς μὲν πολλὰς καὶ ἀγελαίους ψυχὰς ταῖς πανδήμοις Ἔρωσι, τοῖς τῶν νυμφῶν παισὶ, ποιμαίνειν ἀπένεμεν, αὐτὸς δὲ ταῖς θείαις καὶ οὐρανίαις ψυχαῖς ἐνῳκίσατο, καὶ ταύτας ἀναβακχεύων ἐπὶ μανίαν ἐρωτικὴν, μυρία ἀγαθὰ τὸ τῶν ἀνθρώπων γένος εἰργάσατο. οἵαν μὲν οὖν ἴδῃς τινὰ βραδύντε τὴν φύσιν καὶ πρὸς φιλίαν δυσκίνητον, νόησον, ὅτι τῶν Ἔρωτος ἐκείνου ξενίων οὐδαμῶς οὗτος ἠξίωται · ὅταν δὲ ὀξύν καὶ θερμὸν τὴν γνώμην, καὶ φλογὸς δίκην ἐπ’ἐρωτικὴν φιλίαν ᾄττοντα, νόησον τοῦτο εἶναι ἐκείνου ξένιον τοῦ Ἔρωτος.