Aesop and Aesopica

Fables, Fabula 157

ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα, ἀνεσκίρτησε, καθ’ἑαυτὴν βοῶσα · πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν · ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη. ὁ μῦθος δηλοῖ, ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι · ἀβέβαιος γάρ ἐστιν ὁ βίος οὗτος.