Aesop and Aesopica

Fables, Fabula 312

πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησεν τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένος. ἐπιστραφέντων δὲ αὐτῶν, καί τινος ὑποστρέψαι παραινοῦντος, τοῦτο (γὰρ) σημαίνειν τὸν οἰωνὸν, ἕτερος ὑποτυχὼν εἶπεν · καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐ δὲ τὴν ἰδίαν πήρωσιν προείδετο, ἵνα φυλάξηται; οὕτω καὶ οἱ ἐν τοῖς οἰκείοις πράγμασι τὸ ἄβουλον κεκτημένοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοι.