ὁδοιπόρος, πολλὴν ὁδὸν ἀνύων, ηὔξατο, ὧν ἂν εὕρῃ, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθεῖναι. περιτυχὼν δὲ πήρᾳ, ἐν ᾖ ἀμύγδαλάτε ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, καταφαγών ταῦτα, καὶ λαβὼν τῶντε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών · “ἀπέχεις, ὡ Ερμῆ, τὴν εὐχήν · καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ ἐντὸς πρὸς σὲ διανενέμηκα”. πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.