Aesop and Aesopica

Fables, Fabula 331

ἔχων τις κύνα μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων · καὶ δὴ, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. δὲ ὄνος φθονήσας προσέδραμε (τῷ δεσπότῃ) καὶ σκιρτῶν ἐλάκτισεν αὐτόν · καὶ δεσπότης ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι. λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ πεφύκασινι.