Aesop and Aesopica

Fables, Fabula 409

ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον · ἔφη δ’ κύων, εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. καὶ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν · ἀλλ’ὅταν τοῦτο λέγῃς, ἴσθι, ὅτι καὶ τυφλούς τοὺς σαυτῆς σκύλακας τίκτεις. μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ἐν τῇ τελειότητι κρίνεται.