νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως · γυνὴ δ’ἀκούει τοῦδε, κα- κἀξαναστᾶσα θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην, τὸν ἄνδρ’ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσ’ἐποίει τὴν προθυμίην πλήρη. ἁνὴρ δὲ ταύτης ἐξανίστατ’ἐξαίφνης, ζητῶν ὁπου- ὅποὐστί, κα- κοὐκ ἰδὼν δόμων εἴσω ἀμηχανῶντε κα- καὐτὸς ἦλθεν εἰς οἶμον · καὶ τῇ συνεύνῳ φησί · “μηδὲν ἐκπλήσσου, τὸν παῖδα δ’ἡμῶν πεῖσον εἰς δόμους εὕδειν”. ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κα- κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, κα- χἥδ’ἐρᾳθύμει. τουτὶ μὲν οὕτως · ἔμφασις δὲ τοῦ μύθου, κακόν ἐστι χαίρειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.