Aesop and Aesopica

Fables, Fabula 85

βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε · νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο αὐτῆς τὴν αἰτίαν, δι’ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. τῆς δὲ λεγούσης, ὡς οὐ μάτην τοῦτο πράττει · ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθην, διὸ ἀπ’ἐκείνου ἐσωφρονίσθην · νυκτερὶς εἶπεν · , ἀλλ’οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν συλληφθῆναι. λόγος δηλοῖ, ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκε.