Aesop and Aesopica

Fables, Fabula 116b

δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. ἐπὶ πολύ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν · ἀλλ’ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ’ἀλλήλων διαφθαρῆναι ἢσοῦ διαλλακτοῦ τυχεῖν. οὕτως ἔνιοι τῶν ἀνθρώπων, οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.