ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψεθδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα, καὶ τοῦτο τῷ ίματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ίερὸν, καὶ στὰς ἄντικρυς ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄπνουν; βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν εἶπεν · “ἀλλ’ὦ οὗτος, πέπαυσο · ἐν σοὶ γὰρ ἔστι, τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον”. ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.