Aesop and Aesopica

Fables, Fabula 412b

φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος, βῶλον χρυσοῦν ὠνήσατο, καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας, διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις, ὑπενόησε τὸ ἀληθές · ἀπαλλαγέντος οὖν αὐτοῦ τὸ χρυσίον ἀφείλετο. δὲ ὡς ἐπανελθών εὗρε τὸν τόπον κενὸν, ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλεν. ἰδών δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ τὴν αἰτίαν μαθών, ἔφη πρὸς αὐτόν · μὴ λυποῦ, ἀλλὰ λαβών λίθον ἐν τῷ αὐτῷ τόπῳ κατάθες, καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι · οὐ δὲ γὰρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν κτῆσις, ἐὰν μὴ χρῆσις παρῇ.