Aesop and Aesopica

Fables, Fabula 115b

ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα, ἤλαυνεν εἰς ἄστυ. τοῦ δὲ δέλφακος παρ’ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, δι’ἣν, τῶν λοιπῶν μεθ’ἡσυχίας φερομένων, μόνος αὐτὸς βοᾷ. δὲ ὑποτυχών ἔφη · ἀλλ’ἔγωγε οὐ μάτην ὀδύρομαι · εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριάτε καὶ ἄρνας παρεχομένου δεσπότης ἀφέξεται · ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τούς ἐρίφους · ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως με θύσει. οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.