ὄφις, ὑπὸ πολλῶν ἀνθρώπων πατούμενος, τῷ Διὶ ἐνετύγχανεν. ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν · “ἀλλ’εἰ τὸν πρότερον πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι”. ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πρότερον ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.