Aesop and Aesopica

Fables, Fabula 155

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, μὲν ταῦρον, Προμηθεὺς ἄνθρωπον, δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. δὲ, φθονήσας τοῖς δημιουργήμασιν, ἀχθόμενος ἔλεγε · τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει · τὸν δὲ Προμηθέα, διότι ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροὶ, φανεροῦντες, εἴ τι ἕκαστος κατὰ νοῦν ἔχει. τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἱκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ γείτονι, ῥᾳδίως μεταβαίνῃ. καὶ Ζεὺς, ἀγανακτήσας κατ’αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ, τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν. λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.