Aesop and Aesopica

Fables, Fabula 365

ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ἀναστὰς ὠρχεῖτο. σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος, καὶ ὑπὸ πάντων ἐπισημαινομένου, κάμηλος φθονήσασα ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι · πολλὰ δὲ αὐτῆς ἄτοπα ποιησάσης, τὰ ζῶα ἀγανακτήσαντα, ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν. πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους καὶ σφαλλομένους λόγος εὔκαιρος.