Aesop and Aesopica

Fables, Fabula 380

ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ, καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ · διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς σοῖς ὕδασι, καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους; δὲ θάλασσα ἰδοῦσα, ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς · μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἀλμυροι. οὗτος μῦθος ποριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους τινὰς, καὶ παρ’αὐτῶν μᾶλλον ὠφελουμένους.