Aesop and Aesopica

Fables, Fabula 155b

Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο, τίς κάλλιόν τι ποιήσει. καὶ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον ἐποίησεν, δὲ Ποσειδῶν ταῦρον, δὲ Ἀθηνᾶ οἶκον ἀνθρώποις · κριτὴς δ’ἦν ἐπὶ τούτοις Μῶμος. καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ, ποῦ τύπτει · τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι, ὡς ἄν διαγινώσκηται, τί βουλεύεται ἕκαστος · τῆς δὲ οἰκίας, ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν.