ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν, πρέσβεις ἔπεμεψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. ὅ δ’αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη, τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. κα- κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες, ἀπ’ἐκείνου καὶ μέχρι νῦν, ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ παριστάμενοι οὐροῦσιν. ὁ λόγος δηλοῖ, ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι.