Aesop and Aesopica

Fables, Fabula 256

λέοντος κοιμωμένου μῦς τῷ στόματι ἐπέδραμεν · δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν ἔμελλε καταθοινήσασθαι. δ’ἐδεήθη αὐτοῦ μὴ φαγεῖν αὐτὸν, λέγων, ὅτι σωθεὶς πολλὰς χάριτας αὐτῷ ἀποδώσει · γελάσας δὲ αὐτὸν ἀπέλυσε. συνέβη οὖν αὐτὸν μετ’οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι. ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγῶν κάλῳ ἐδέθη ἐπί τινι δένδρῳ, τηνικαῦτα μῦς ἀκούσας αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε, καὶ λύσας ἔφη · σὺ μὲν οὖν τότε μου κατεγέλασας, ὡς μὴ προσδοκῶν παρ’ἐμοῦ ἀμοιβὴν κομίσασθαι · νῦν δ’ἴσθι, ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. μῦθος δηλοῖ, ὅτι ἐν καιρῷ μεταβολῆς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.